Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.84 Joseph. AJ 9.88 (English) >>Joseph. AJ 9.92

9.86μόνος δὲ τούτων οὐκ ὤνατο τῶν ἀγαθῶν τῆς τρίτης μοίρας ἡγεμών· κατασταθεὶς γὰρ ἐπὶ τῆς πύλης ὑπὸ τοῦ βασιλέως, ἵνα τὸ πλῆθος ἐπέχῃ τῆς πολλῆς ὁρμῆς καὶ μὴ κινδυνεύσωσιν ὑπʼ ἀλλήλων ὠθούμενοι συμπατηθέντες ἀπολέσθαι, τοῦτʼ αὐτὸς ἔπαθε καὶ τοῦτον ἀποθνήσκει τὸν τρόπον τὴν τελευτὴν αὐτῷ προφητεύσαντος Ἐλισσαίου, ὅτε τοῖς ὑπʼ αὐτοῦ περὶ τῆς ἐσομένης εὐπορίας τῶν ἐπιτηδείων λεγομένοις μόνος ἐξ ἁπάντων οὐκ ἐπίστευσεν. 9.87

δὲ τῶν Σύρων βασιλεὺς Ἄδερος διασωθεὶς εἰς Δαμασκὸν καὶ μαθών, ὅτι τὸ θεῖον αὐτόν τε καὶ τὴν στρατιὰν αὐτοῦ πᾶσαν εἰς τὸ δέος καὶ τὴν ταραχὴν ἐκείνην ἐνέβαλεν, ἀλλʼ οὐκ ἐξ ἐφόδου πολεμίων ἐγένετο, σφόδρα τῷ δυσμενῆ τὸν θεὸν ἔχειν ἀθυμήσας εἰς νόσον κατέπεσεν. 9.88ἐκδημήσαντος δὲ κατʼ ἐκεῖνον τὸν καιρὸν εἰς Δαμασκὸν Ἐλισσαίου τοῦ προφήτου γνοὺς Ἄδερ τὸν πιστότατον τῶν οἰκετῶν Ἀζάηλον ἔπεμψεν ὑπαντησόμενον αὐτῷ καὶ δῶρα κομίζοντα, κελεύσας ἔρεσθαι περὶ τῆς νόσου καὶ εἰ διαφεύξεται τὸν ἐξ αὐτῆς κίνδυνον. 9.89Ἀζάηλος δὲ μετὰ καμήλων τεσσαράκοντα τὸν ἀριθμόν, αἳ τὰ κάλλιστα καὶ τιμιώτατα τῶν ἐν Δαμασκῷ γινομένων καὶ ὄντων ἐν τῷ βασιλείῳ ἔφερον δῶρα, συμβαλὼν τῷ Ἐλισσαίῳ προσαγορεύσας αὐτὸν φιλοφρόνως ἔλεγεν ὑπὸ Ἄδερος τοῦ βασιλέως πεμφθῆναι πρὸς αὐτὸν δῶρά τε κομίσαι καὶ πυθέσθαι περὶ τῆς νόσου καὶ εἰ ῥᾴων ἀπʼ αὐτῆς ἔσοιτο.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.84 Joseph. AJ 9.88 (English) >>Joseph. AJ 9.92

Powered by PhiloLogic